Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.86 Joseph. AJ 19.91 (English) >>Joseph. AJ 19.97

19.89μετὰ δὲ τὴν θυσίαν ἐπὶ τὴν θεωρίαν τραπεὶς ἐκαθέζετο καὶ περὶ αὐτὸν τῶν ἑταίρων οἱ ἀξιολογώτατοι. 19.90κατεσκεύαστο δὲ τὸ θέατρον, πηκτὸν δὲ ἐγίνετο κατὰ ἕκαστον ἐνιαυτόν, τοιόνδε τρόπον· θύρας ἔχει δύο φερούσας τὴν μὲν εἰς αἴθριον, τὴν δʼ εἰς στοὰν εἰσόδοις καὶ ἀποχωρήσεσιν, ὅπως μὴ ταράσσοιντο οἱ ἔνδον ἀπειλημμένοι, ἐκ δʼ αὐτῆς τῆς καλύβης ἐνδοτέρω διαφράγμασιν ἑτέραν ἀπειληφυίαις ἐπʼ ἀναστροφῇ τοῖς ἀνταγωνισταῖς καὶ ὁπόσα ἀκροάματα. 19.91συγκαθημένης δὲ τῆς πληθύος καὶ τοῦ Χαιρέου σὺν τοῖς χιλιάρχοις οὐκ ἄπωθεν τοῦ Γαΐου, δεξιὸν δὲ τοῦ θεάτρου κέρας Καῖσαρ εἶχεν, Βαθύβιός τις τῶν συγκλητικῶν ἀνὴρ ἐστρατηγηκὼς ἤρετο Κλούιον παρακαθεζόμενον αὐτῷ καὶ τοῦτον ὑπατικόν, εἰ δή τις αὐτῷ νεωτέρων πραγμάτων πέρι ἀφίκοιτο πύστις, προμηθὴς γενόμενος τοῦ μὴ ἐξάκουστος εἶναι τάδε λέγων. 19.92τοῦ δὲ φαμένου μηδὲν πεπύσθαι σημεῖοντοιγαροῦν, Κλούιε, τυραννοκτονίας ἀγὼν πρόκειται.” καὶ Κλούιος γενναῖε, φησίν, σίγα, μή τις τʼ ἄλλος 19.93Ἀχαιῶν μῦθον ἀκούσῃ.” πολλῆς δʼ ὀπώρας ἐπιχεομένης τοῖς θεωροῖς καὶ πολλῶν ὀρνέων ὁπόσα τῷ σπανίῳ τίμια τοῖς κτωμένοις, Γάιος ἡδονῇ τὰς περὶ αὐτοῖς ἐθεώρει μάχας καὶ διαρπαγὰς οἰκειουμένων αὐτὰ τῶν θεωρῶν. 19.94ἔνθα δὲ καὶ σημεῖα μανθάνει δύο γενέσθαι· καὶ γὰρ μῖμος εἰσάγεται, καθʼ ὃν σταυροῦται ληφθεὶς ἡγεμών, τε ὀρχηστὴς δρᾶμα εἰσάγει Κινύραν, ἐν αὐτός τε ἐκτείνετο καὶ θυγάτηρ Μύρρα, αἷμά τε ἦν τεχνητὸν πολὺ καὶ περὶ τὸν σταυρωθέντα ἐκκεχυμένον καὶ τῶν περὶ τὸν Κινύραν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.86 Joseph. AJ 19.91 (English) >>Joseph. AJ 19.97

Powered by PhiloLogic